Titus 3

1Ὑπομίμνῃσκε αὐτοὺς
 ἀρχαῖς = WH Treg NA/NIV: || ἀρχαῖς καὶ = RP
ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
2μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. 3ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. 4ὅτε δὲ χρηστότης καὶ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, 5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ
 ἃ = WH Treg NA/NIV: || ὧν = RP
ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ
 τὸ αὐτοῦ ἔλεος = WH Treg NA/NIV: || τὸν αὐτοῦ ἔλεον = RP
τὸ αὐτοῦ ἔλεος ⸃ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
6οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι
 γενηθῶμεν = WH Treg NA/NIV: || γενώμεθα = RP
γενηθῶμεν κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.

8Πιστὸς λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά
 ἐστιν = WH Treg NA/NIV: || ἐστιν τὰ = RP
ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
9μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ
 ἔρεις = Treg NA/NIV RP: || ἔριν = WH
ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
10αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11εἰδὼς ὅτι ἐξέστραπται τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.

12Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13ζηνᾶν τὸν νομικὸν καὶ
 Ἀπολλῶν = WH NA/NIV: || Ἀπολλὼ = Treg RP
Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
14μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.

15Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. χάρις μετὰ πάντων
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν Ἀμήν = RP
ὑμῶν.



Copyright information for SBLG